Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.78.1 Hdt. 6.80.1 (English) >>Hdt. 6.82.1

6.79.1 ἐνθεῦτεν δὲ Κλεομένης ἐποίεε τοιόνδε. ἔχων αὐτομόλους ἄνδρας καὶ πυνθανόμενος τούτων, ἐξεκάλεε πέμπων κήρυκα ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ ἱρῷ ἀπεργμένους, ἐξεκάλεε δὲ φὰς αὐτῶν ἔχειν τὰ ἄποινα. ἄποινα δὲ ἐστὶ Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατʼ ἄνδρα αἰχμάλωτον ἐκτίνειν. κατὰ πεντήκοντα δὴ ὦν τῶν Ἀργείων ὡς ἑκάστους ἐκκαλεύμενος Κλεομένης ἔκτεινε. 6.79.2 ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν τῷ τεμένεϊ· ἅτε γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος, οὐκ ὥρων οἱ ἐντὸς τοὺς ἐκτὸς τι ἔπρησσον, πρίν γε δὴ αὐτῶν τις ἀναβὰς ἐπὶ δένδρον κατεῖδε τὸ ποιεύμενον. οὔκων δὴ ἔτι καλεόμενοι ἐξήισαν.

ch. 80 6.80.1 ἐνθαῦτα δὴ Κλεομένης ἐκέλευε πάντα τινὰ τῶν εἱλωτέων περινέειν ὕλῃ τὸ ἄλσος, τῶν δὲ πειθομένων ἐνέπρησε τὸ ἄλσος. καιομένου δὲ ἤδη ἐπείρετο τῶν τινα αὐτομόλων τίνος εἴη θεῶν τὸ ἄλσος· δὲ ἔφη Ἄργου εἶναι. δὲ ὡς ἤκουσε, ἀναστενάξας μέγα εἶπε· “ Ἄπολλον χρηστήριε, μεγάλως με ἠπάτηκας φάμενος Ἄργος αἱρήσειν· συμβάλλομαι δʼ ἐξήκειν μοι τὸ χρηστήριον.”

ch. 81 6.81.1 μετὰ δὲ ταῦτα Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς Σπάρτην, χιλίους δὲ αὐτὸς λαβὼν τοὺς ἀριστέας ἤιε ἐς τὸ Ἥραιον θύσων· βουλόμενον δὲ αὐτὸν θύειν ἐπὶ τοῦ βωμοῦ ἱρεὺς ἀπηγόρευε, φὰς οὐκ ὅσιον εἶναι ξείνῳ αὐτόθι θύειν. δὲ Κλεομένης τὸν ἱρέα ἐκέλευε τοὺς εἵλωτας ἀπὸ τοῦ βωμοῦ ἀπάγοντας μαστιγῶσαι, καὶ αὐτὸς ἔθυσε· ποιήσας δὲ ταῦτα ἀπήιε ἐς τὴν Σπάρτην.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.78.1 Hdt. 6.80.1 (English) >>Hdt. 6.82.1

Powered by PhiloLogic